Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 5.170 | Joseph. BJ 5.176 (English) | >>Joseph. BJ 5.184 |
5.174θαυμάσιον δὲ καὶ τῶν λίθων ἦν τὸ μέγεθος · οὐ γὰρ ἐξ εἰκαίας χερμάδος οὐδὲ φορητῶν ἀνθρώποις πετρῶν συνειστήκεσαν , λευκὴ δὲ μάρμαρος
-- -- καὶ τὸ μὲν μῆκος ἑκάστης πηχῶν ἦν εἴκοσι , δέκα δὲ εὖρος καὶ βάθος πέντε , συνήνωντο δʼ ἐπʼ ἀλλήλοις ὡς δοκεῖν ἕκαστον πύργον μίαν εἶναι πέτραν ἀναπεφυκυῖαν , ἔπειτα δὲ περιεξέσθαι χερσὶ τεχνιτῶν εἰς σχῆμα καὶ γωνίας · οὕτως οὐδαμόθεν ἡ συνάφεια τῆς ἁρμονίας διεφαίνετο .
5.176κειμένοις δὲ πρὸς ἄρκτον αὐτοῖς ἔνδοθεν ἡ τοῦ βασιλέως αὐλὴ προσέζευκτο , παντὸς λόγου κρείσσων ·
5.177οὔτε γὰρ πολυτελείας οὔτε κατασκευῆς τινος ἔλειπεν ὑπερβολήν , ἀλλὰ τετείχιστο μὲν ἅπασα τριάκοντα πήχεις τὸ ὕψος κύκλῳ κατʼ ἴσον διάστημα , κεκοσμημένοις δὲ πύργοις διείληπτο ἀνδρῶσί τε μεγίστοις καὶ εἰς ξενῶνας ἑκατοντακλίνους ·
5.178ἐν οἷς ἀδιήγητος μὲν ἡ ποικιλία τῶν λίθων ἦν , συνῆκτο γὰρ πολὺς ὁ πανταχοῦ σπάνιος , θαυμασταὶ δὲ ὀροφαὶ μήκει τε δοκῶν καὶ λαμπρότητι προκοσμημάτων ,
5.179οἴκων δὲ πλῆθος καὶ διαφοραὶ σχημάτων περὶ τούτους μυρίαι , πᾶσίν γε μὴν ἀποσκευαὶ πλήρεις , καὶ τὰ πλείω τῶν ἐν ἑκάστοις κειμένων ἐξ ἀργύρου τε καὶ χρυσοῦ .
5.180περίστοα δὲ διʼ ἀλλήλων ἐν κύκλῳ πολλά , καὶ στῦλοι πρὸς ἑκάστῳ διάφοροι , τά γε μὴν τούτων ὕπαιθρα πάντα χλοερά ,
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 5.170 | Joseph. BJ 5.176 (English) | >>Joseph. BJ 5.184 |